Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.101 Joseph. AJ 7.105 (English) >>Joseph. AJ 7.108

7.103μέγιστον δὲ ἁπάντων δυνηθεὶς τρίτος ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν στρατεύσας ἐπὶ τοὺς Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην γῆν.” οὐ διήμαρτε δὲ τῆς ἀληθείας· οὗτος γάρ ἐστιν Ἄδαδος στρατευσάμενος ἐπὶ Σαμάρειαν Ἀχάβου βασιλεύοντος τῶν Ἰσραηλιτῶν, περὶ οὗ κατὰ χώραν ἐροῦμεν. 7.104

Δαυίδης δὲ στρατευσάμενος ἐπὶ Δαμασκὸν καὶ τὴν ἄλλην Συρίαν πᾶσαν αὐτὴν ὑπήκοον ἐποιήσατο, καὶ φρουρὰς ἐν τῇ χώρᾳ καταστήσας καὶ φόρους αὐτοῖς τελεῖν ὁρίσας ὑπέστρεψε· καὶ τάς τε χρυσᾶς φαρέτρας καὶ τὰς πανοπλίας, ἃς οἱ τοῦ Ἀδάδου σωματοφύλακες ἐφόρουν, 7.105ἀνέθηκε τῷ θεῷ εἰς Ἱεροσόλυμα, ἃς ὕστερον τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε πλοῦτον· ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. δὲ τῶν Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε. 7.106χρυσὸς δʼ ἐν αὐταῖς εὑρέθη πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττονʼ ἔλεγον, ἐξ οὗ καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.101 Joseph. AJ 7.105 (English) >>Joseph. AJ 7.108

Powered by PhiloLogic